Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
22Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ | 30Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, | ||
30καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ • | |||
43Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει | |||
22εἶπεν αὐτοῖς ὁ Ἰησοῦς • | 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι | 43εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ • | |
44θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους • | |||
22μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, | 31ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, | 44ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. | |
23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. | 31καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. | ||
23καὶ ἐλυπήθησαν σφόδρα. | 32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. | 45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. | |
24Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν • | |||
24ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ [τὰ] δίδραχμα ; | |||
25λέγει • | |||
25ναί. | |||
25καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων • | |||
25τί σοι δοκεῖ, Σίμων ; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων ; | |||
26εἰπόντος δέ • | |||
26ἀπὸ τῶν ἀλλοτρίων, | |||
26ἔφη αὐτῷ ὁ Ἰησοῦς • | |||
26ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα • ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. |
Home | Statistics | Previous | Next | Or go to: